Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.225 Joseph. AJ 9.229 (English) >>Joseph. AJ 9.234

9.227καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις. 9.228

δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετʼ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα. 9.229 γὰρ στρατηγὸς Μαναῆμος κατʼ ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν. 9.230οἱ δʼ ἐν αὐτῇ τὰς πύλας μοχλῷ κλείσαντες οὐκ εἰσεδέξαντο τὸν βασιλέα. δὲ ἀμυνόμενος αὐτοὺς τὴν πέριξ ἐδῄου χώραν καὶ τὴν πόλιν κατὰ κράτος λαμβάνει πολιορκίᾳ. 9.231φέρων δὲ χαλεπῶς ἐπὶ τοῖς ὑπὸ τῶν Θαψίων πραχθεῖσι πάντας αὐτοὺς διεχρήσατο μηδὲ νηπίων φεισάμενος ὠμότητος ὑπερβολὴν οὐ καταλιπὼν οὐδὲ ἀγριότητος· γὰρ οὐδὲ τῶν ἀλλοφύλων τινὰς συγγνωστὸν διαθεῖναι γενομένους ὑποχειρίους, ταῦτα τοὺς ὁμοφύλους οὗτος εἰργάσατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.225 Joseph. AJ 9.229 (English) >>Joseph. AJ 9.234

Powered by PhiloLogic